Ancient Greek · ~3 min
Book 4, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 4.1.3
Not analysed yet
Δεῖ δὲ λαβεῖν πρὸς αὐτὰς ἀρχὴν τήνδε, τὸ σπέρμα μὴ μόνον ἔχειν δύναμιν τοῦ ποιεῖν ἀλλὰ καὶ τοῦ πάσχειν, ὅπερ καὶ κατὰ πάντων τῶν τῆς φύσεως ἀληθὲς, καὶ κατ' αὐτὴν δὲ τὴν γένεσιν ἀμφοῖν εἶναι τὴν ἐνέργειαν καὶ τρόπον τινὰ οὐχ ἧττον τοῦ πάσχειν· τότε γὰρ καὶ ἡ ἐν τοῖς σπέρμασι κινεῖται δύναμις οἷον διαθερμαινομένων. Δι' ὃ καὶ οὐ πάντα βλαστάνει κατὰ τὴν αὐτὴν αἰτίαν ἀλλ' ὅταν ἡ οἰκεία τοῦ ἀέρος κατάσχῃ κράσις. Ὑποκειμένου δὲ τούτου φανερὸν ὡς οὐκ ἰσχύος ἀλλ' ἀσθενείας μᾶλλον ἡ ταχυβλαστία· τὸ γὰρ ἀσθενὲς εὐπαθέστερον. Δι' ὃ καὶ τὰ εὐπαθέστερα ἐπέτει ταχυβλαστότερα καὶ ἅμα τὸ κοινὸν αὐτοῖς ὥσπερ ἕτερον εἰς τὸ παθεῖν.