Ancient Greek · ~2 min
Book 4, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 4.1.4
Not analysed yet
Ὁ δ' αὐτὸς λόγος καὶ περὶ τῆς τελειώσεως, τὰ ἀσθενέστερα ῥᾷον ἐκτελεώσασθαι καὶ τῷ περιέχοντι καὶ ταῖς ἐν αὐτοῖς ἀρχαῖς. Ὃ καὶ περὶ ζώων ἐστίν· αἰεὶ γὰρ τὰ ἰσχυρότερα χρονιωτέρας ὡς ἐπὶ πᾶν ποιεῖται καὶ τὰς κυήσεις καὶ τὰς τροφάς. Ἅμα δ' [ὥσπερ ἐὰν] τὰ μὲν αὐτοῦ τοῦ [χειμῶνος] σπέρματος γεννητικὰ σώματα [οὐ δὲ] μικρὰ ὑπόκειται, τὰ δὲ ἐν ὄγκοις μείζοσιν οἱ καταναλίσκουσι καὶ ἀντισπῶσιν εἰς ἑαυτοὺς τὰς τροφὰς ὥστε τὰ μὲν ὀλιγόκαρπα τὰ δὲ ὅλως ἄκαρπα ποιεῖν ὡς ἐπὶ τῶν ζώων συμβαίνει τῶν ἐκπαχυνομένων καὶ εὐτροφουμένων.