Ancient Greek · ~1 min
Book 4, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 4.1.7
Not analysed yet
Εἰς ἄλλο δ' ἐξίσταται γένος μάλιστα τῶν σπερμάτων τὰ ἰσχυρότερα καθάπερ ὁ πυρὸς καὶ ἡ κριθή· μόνα γὰρ ἐξαιροῦνται· μᾶλλον δ' ὁ πυρὸς ἰσχυρότερον ὄν. Ὥστε καὶ τοῦτο ὁμολογούμενον τῷ πλείω τροφὴν ἕλκειν. Ὁ γὰρ θέρμος ὥσπερ ἄπεπτόν τι τὸ ὅλον.