Ancient Greek · ~2 min
Book 4, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 4.1.6
Not analysed yet
Ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν, εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος καὶ τῆς εὐτροφίας μεταβάλλουσι. Τὰ δ' ἐπέτεια βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι' ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ' εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥσθ' ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον.