Ancient Greek · ~2 min
Book 4, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 4.10.1
Not analysed yet
Τὴν δὲ ἄνθησιν πολυχρονιωτέραν ποιοῦνται τὰ χεδροπὰ τῶν σιτωδῶν ὅτι τῶν μὲν ἀσθενὲς τὸ ἄνθος· εἴρηται δὲ ὅτι τὰ ἀσθενέστερα πανταχοῦ θᾶττον τελεοῦται. Δι' ὃ καὶ βρέχεσθαι τὰ μὲν οὐ δύναται τὰ δὲ καὶ ζητεῖ καὶ ὀνίναται· τάχα δὲ τοῦτό γε κατὰ συμβεβηκὸς ὅτι τὸ ὅλον φυτὸν εὐτραφεῖ βρεχόμενον, ὁ δὲ καρπὸς δεῖται βοηθείας πρὸς τὴν τελέωσιν, μάλιστα δ' ὁ κύαμος ὅτι μανότατον καὶ πολυανθέστατον καὶ πολυκαρπότατον. Ὁ δὲ ἐρέβινθος ἀπόλλυται διὰ τὴν εἰρημένην αἰτίαν.