Ancient Greek · ~2 min
Book 4, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 4.10.2
Not analysed yet
Ἀλλὰ περὶ μὲν τοῦ σίτου τῆς διαφθορᾶς λεκτέον. Αἰτιάσαιτο δ' ἄν τις μάλιστα τὴν ἀσθένειαν· οὐχ ὑποφέρει γὰρ ἀλλὰ φθείρεται καὶ ἀποπίπτει καθάπερ καὶ τῶν δένδρων ἐνίων ὁτὲ μὲν οἷον ἐρυσιβούμενα ὁτὲ δὲ ἐξυγραινόμενα λίαν. Εὐλόγως δὲ καὶ ἡ ἄνθησις οὐχ ἅμα πᾶσι τοῖς μέρεσι· κεχώρισται γὰρ ἐκτὸς τῶν λοβῶν καὶ διὰ τὴν εὐτροφίαν· τὰ μὲν γὰρ ἤδη κύει καὶ ἀνθεῖ τὰ δ' ἄνω προσαύξεται· δι' ὃ καὶ τὰ μὲν αὖα καὶ τέλεια καίπερ ἐγγυτάτω τῆς τροφῆς ὄντα τὰ δ' ἐπὶ τῶν ἄκρων χλωρά·