Ancient Greek · ~2 min
Book 4, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 4.11.3
Not analysed yet
Καὶ καθόλον μὲν οὕτω. Τοῖς δὲ σπέρμασι καὶ ἐμφανέστερον ἐκ τῶν συμβαινόντων τὸ αἴτιον. Ὁ μὲν γὰρ χειμοσπορούμενος πυρὸς πολύρριζος ὢν καὶ ἐνταῦθα πρῶτον ἀποδοὺς τὴν δύναμιν ἀποδίδωσι πλῆθος καλάμου, καὶ γὰρ πολυκάλαμος. Ὁ δὲ τρίμηνος καὶ δίμηνος ὀλιγόρριζος καὶ ὀλιγοκάλαμος δι' ὅτι τήν τε ἀναφορὰν εὐθὺς ἄνω ποιεῖται καὶ τὴν τελείωσιν ταχεῖαν, ῥᾷον γὰρ τὸ ἔλαττον ἀποτελεῖσθαι· δι' ὃ καὶ ὁ μὲν πολύχους, ὁ δ' ὀλιγόχους καὶ κοῦφος. Ὁ δὲ βαρὺς ὥσπερ ἐλέχθη πλείω τὴν τροφὴν ἕλκων καὶ θολερωτέραν ἡ δ' ἀναδρομὴ ταχεῖα κατὰ λόγον ἅτε καὶ μὴ χρονίζοντος ἐν ταῖς ῥίζαις δι' ὀλιγότητα.