Ancient Greek · ~2 min
Book 4, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 4.11.2
Not analysed yet
Τὸ δὲ μὴ ἰσοχρονίους εἶναι κοινὸν καὶ ἐπὶ τῶν δένδρων· ἔστι γὰρ ἐν ἑκάστοις τὰ μὲν πρώϊα τὰ δ' ὄψια καθάπερ ἄμπελος, συκῆ, μηλέα, ἄπιος. Αἴτιον δ' ἐν ἀμφοῖν ὅτι τῆς ἰδίας φύσεως ἡ διαφορὰ τὸ δ' ὄνομα κοινὸν, ὥσπερ καὶ ἐν τοῖς ζώοις ἐπὶ τῶν κυνῶν, οὐδὲ γὰρ ἐκεῖνο τὸ γένος ἕν. Ἡ δ' αἰτία παραπλησία καὶ διὰ τί τὰ μὲν πρώϊα τὰ δ' ὄψια. Εἴτε γὰρ θερμότης εἴτε ψυχρότης εἴθ' ὅτι ποτὲ καὶ ἐνταῦθ' ὁμοίως τὸ αἴτιον.