Ancient Greek · ~2 min
Book 4, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 4.11.5
Not analysed yet
Τάχα δὲ καὶ τὰ γένη ποιοῦσιν αἱ χῶραι ἤτοι πάντα ἢ ἔνια· συνεξομοιοῦσι γάρ πως ἑαυταῖς ἢ διαφορὰν γενῶν ἐμποιοῦσιν καὶ πρὸς τὸ χρήσιμον, ὥσπερ τῷ θρᾳκίῳ πυρῷ τὸ πολύλοπον εἶναι καὶ ὀψιβλαστῆ· διὰ τοὺς γὰρ χειμῶνας ἄμφω συμβαίνει. Καὶ διὰ ταῦτα καὶ ἐν ταῖς ἄλλαις πρωϊσπορούμενος ὁ θρᾴκιος ὀψὲ διαβλαστάνει καὶ ἐξαύξεται καὶ πάλιν ὁ παρὰ τῶν ἄλλων ἐκεῖ σπειρόμενος ὀψὲ βλαστάνει· γέγονε γὰρ οἷον φύσις ἤδη τὸ ἔθος.