Ancient Greek · ~2 min
Book 4, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 4.11.6
Not analysed yet
Οἷον ἐν τοῖς Ἐπισυνάγγαις καλουμέναις τῆς Ἀσίας οἱ διαρρηγνύναι λεγόμενοι καὶ οἱ τὰ μεγέθη τοῖς πυρῆσιν ἴσοι χώρας ἰδιότητι καὶ φύσει τὰς δυνάμεις ἔχουσι ταύτας καὶ οὐκ ἂν τηροῖεν μετενεχθέντες. Ὃ γὰρ ἐπὶ τῶν ἀμπέλων λέγουσιν ὡς ὅσα χώρας εἴδη τοσαῦτα καὶ ἀμπέλων τοῦτ' ἀληθὲς καθόλου. Καὶ οὐχ ἧττον ἐφ' ἑτέρων ἐὰν ἅμα τῇ χώρᾳ καὶ τὸν ἀέρα τις προσθῇ. Διὰ τοῦτο γὰρ αἵ τε ἀνωμαλίαι τῶν καρπῶν ἀπὸ τῶν αὐτῶν φυτευομένων αἵ θ' ὅλως ἀκαρπίαι μὴ φερούσης τῆς χώρας.