Ancient Greek · ~3 min
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.1
Not analysed yet
Ὑπὲρ δὲ τῶν σπερμάτων πῶς ποτε τὰ τεράμονα ἢ ἀτεράμονα γίνεται πότερα διὰ τὴν χώραν ἢ διὰ τὸν ἀέρα καὶ τὰς ἰδίας διαθέσεις ἢ δι' ἄλλο τι πάθος καὶ πάντα ἢ ἔνια. Δοκεῖ γὰρ δὴ καὶ μάλιστα ἐπὶ τῶν κυάμων καὶ φακῶν συμβαίνειν, πολλάκις δὲ καὶ τὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα τῆς αὐτῆς ἐργασίας τυγχάνον· καὶ τῶν συνεχῶν αὔλακος μόνον διειργούσης τὸ μὲν ἀτεράμονα τὸ δὲ τεράμονα· καὶ τῶν σπερμάτων ὁτὲ μὲν ἐκ τῶν ἀτεραμόνων τεράμονα γίνεσθαι ὁτὲ δ' ἐκ τῶν τεραμόνων ἀτεράμονα. Κατὰ δὲ τὴν ἔκφυσιν καὶ βλάστησιν καὶ τὴν ἁδρότητα καὶ εὐκαρπίαν οὐδὲν διαφέρει τὸ ἀτέραμον ὡσάν τι νενοσηκὸς ἢ πεπονηκός.