Ancient Greek · ~2 min
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.2
Not analysed yet
Ὑπὲρ δὴ τούτων ἢ εἰ ἄλλο τι συνάπτει πρὸς τὴν ἀπορίαν ταύτην πρῶτον ἐκεῖνο λεκτέον ὅτι τὸ τεράμον καὶ ἀτεράμον πρὸς τὴν πύρωσιν λέγεται καὶ διάχυσιν καὶ ὡς ἁπλῶς εἰπεῖν πρὸς τὴν τροφὴν τὴν ἡμετέραν. Τὸ μὲν γὰρ εὐδιάχυτον καὶ τῇ ἑψήσει ταχὺ ἀλλοιούμενον τεράμον τὸ δ' ἀδιάχυτον ἢ ἀναλλοίωτον ἢ βραδέως ἀλλοιούμενον ἀτεράμον. Τοιοῦτον δ' ἑκάτερον εἰ τὸ μὲν μανὸν εἴη καὶ μαλακὸν τὸ δὲ πυκνὸν καὶ σκληρόν· οὕτω (γὰρ) ἂν τὸ μὲν δέχοιτο τὴν θερμότητα καὶ ὑγρότητα δι' ὧν ἡ διάχυσις τὸ δ' οὐ δέχοιτο ἀλλ' ἀποστέγοι τῇ πυκνότητι καὶ σκληρότητι.