Ancient Greek · ~3 min
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.8
Not analysed yet
Ὅτι δὲ πῆξίς τις καὶ πύκνωσίς ἐστιν ὑπὸ τοῦ ψυχροῦ δι' ἣν ἀτεράμονα γίνεται μαρτυρεῖ καὶ τὸ περὶ Φιλίππους συμβαῖνον περὶ τοὺς κυάμους· ἐκεῖ γὰρ σφόδρα ψυχροὶ ἄνεμοί τινες γίνονται· ἐὰν οὖν ἐν τοῖς ἀχύροις μὴ ἠλοημένοι ἐν τῇ ἅλῳ κατατεθῶσιν οὐ μεταβάλλουσιν ἀλλὰ τεράμονες· ὁτὲ μὲν γὰρ ὑπὸ τῶν ἀχύρων ὁτὲ δ' ὑπὸ τῆς πρὸς ἀλλήλους συναφῆς σκεπάζονται καὶ ἅμα τῇ τῆς γῆς θερμότητι· ὅταν δὲ μετέωροι ληφθῶσι τό τε πνεῦμα μᾶλλον ἰσχύει καὶ οὐδαμόθεν ἐχόντων σκέπην εἰσδύεται καὶ πήγνυσιν· ἅμα δὲ καὶ ἀσθενέστατοι τότε γίγνονται γυμνούμενοι πρῶτον τῶν ἀχύρων καὶ τῆς θερμότητος τῆς περιεχούσης. Αἱ δὲ μεγάλαι μεταβολαὶ μάλιστα κινοῦσιν.