Ancient Greek · ~2 min
Book 4, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 4.12.9
Not analysed yet
Ἐπιγενομένου δὲ χρόνου καὶ ὥσπερ ἤδη συνεστηκότων ἐὰν διϊκμῶνται πάλιν μηδὲν πάσχειν ὑπὸ τοῦ πνεύματος· ἰσχυρότερόν τε γὰρ ἤδη καὶ τὸ κέλυφος τὸ περιέχον. Τὸ δὲ πλείω χρόνον ἐᾷν ἠλοημένους ὑπαιθρίους ποιεῖν ἀτεράμονα ὥσπερ τινές φασιν οὐκ ἄλογον· ἀποψύχονται γὰρ δῆλον ὅτι μᾶλλον τοῦ συμμέτρου καὶ ἅμα κατασκληρύνονται. Ἀκόλουθον δέ πως τούτῳ καὶ ὅτι τὸ μετὰ τὴν σπορὰν εὐθὺς ἐπιγινόμενον ὕδωρ ἀτεράμονας ποιεῖ· ἀσθενῆ γὰρ αὐτὸν λαβὸν ἐν τῷ διαβλαστάνειν ὄντα κατέψυξεν ὃ πρὸς μὲν τὴν φύσιν οὐκ ἔβλαπτε πρὸς δὲ τὴν ἕψησιν.