Ancient Greek · ~1 min
Book 4, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 4.14.2
Not analysed yet
Τῶν δ' ὀσπρίων μάλιστα ἐρυσιβᾷ κύαμος καὶ διὰ τὸ πολύφυλλος εἶναι πολλαχόθεν καὶ διὰ τὸ πυκνοσπορεῖσθαι καὶ διὰ τὸ τὴν ὑγρότητα μάλισθ' ἕλκειν εἰς ἑαυτὸν διὰ τὴν μάνωσιν καὶ ἔτι διὰ τὸ πρὸς τῇ γῇ μάλιστα τὸν καρπὸν ἔχειν· σήπεται γὰρ μάλιστα τὰ κάτω διὰ τὴν ἄπνοιαν. Καὶ ὅλως δὲ τῶν χεδροπῶν τὰ τοιαῦτα.