Ancient Greek
Book 4, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 4.14.3
Not analysed yet
Ἐρυσίβη δὲ σῆψίς τίς ἐστι τοῦ ἐφισταμένου ὑγροῦ, δι' ὃ πολὺ μὲν ὕσαντος οὐ γίνεται, καταπλύνεται γάρ· ἐὰν δὲ ψεκάδες ἢ καὶ δρόσοι πλείους γένωνται καὶ ὁ ἥλιος ἐπιλάβῃ καὶ ἄπνοια τότε σήπεται· δι' ὃ καὶ ἐν τοῖς εὔπνοις καὶ μετεώροις ἧττον ἐν δὲ τοῖς κοίλοις καὶ δροσοβόλοις μᾶλλον. Καὶ πανσελήνοις δὲ μᾶλλον ὅτι συνεργεῖ καὶ ἡ τῆς σελήνης θερμότης καὶ ὅλως ὁ ἀὴρ ὑγρότερος.