Ancient Greek · ~1 min
Book 4, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 4.14.5
Not analysed yet
Ζωοποιεῖ δὲ σηπόμενα τὰ γλυκέα· γλυκύτερον γὰρ ὁ πυρὸς κριθῆς δι' ὃ καὶ τὸ ἄχυρον ἥδιον. Ὁ δὲ σκώληξ γινόμενος ὅταν ἐξαναλώσῃ τὴν ἐν τῷ καλάμῳ τροφὴν αὐτὸς ἢ ὥστε ὅλον ἐξαπολλύναι τὸν στάχυν ἢ κατὰ θάτερον μέρος. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα καθάπερ νοσήματος ἔχει χώραν ὧν οὐ χαλεπὸν τὰς αἰτίας ἰδεῖν.