Ancient Greek · ~2 min
Book 4, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 4.14.4
Not analysed yet
Πάντων δ' ἐπικηρότατον ὁ πίσος· πρὸς μὲν τὰς ἐρυσίβας ὅτι πολύφυλλον καὶ χαμαισχιδὲς καὶ εὐαυξές· συμπληροῖ γὰρ τὸν τόπον κἂν ἀραιὸς ᾖ· πρὸς δὲ τὰ ψύχη καὶ τοὺς πάγους ὅτι ἀσθενόρριζον. Σκωληκοῦται δὲ μάλιστ' ἢ μόνα πυρὸς καὶ ἐρέβινθος, οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερος, ἀλλ' ὁ μὲν ἐν τῷ καρπῷ ὁ δὲ ἐν ταῖς ῥίζαις, ἄμφω δὲ διὰ γλυκύτητα. Ὁ μὲν ἐρέβινθος ὅταν ἡ ἅλμη περιπλυθῇ καθάπερ εἴρηται, ὁ δὲ πυρὸς ὅταν ἡ ῥίζα ὑγρανθῇ.