Ancient Greek · ~2 min
Book 4, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 4.16.3
Not analysed yet
Ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπιχεομένου θερμοῦ διαβλαστάνει, —ταύτην γὰρ δὴ διάπειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς σκαφίον ἐπιχέωσι, —σηπόμενος δ' οὐ διαβλαστάνει, —καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι, —κομιδῆ δόξειεν ἂν παρ' ὁμωνυμίαν εἶναι. Διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. Ἔστι δ' ἡ μὲν σήπουσα ἀλλοτρία καὶ φθαρτικὴ, ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν.