Ancient Greek · ~2 min
Book 4, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 4.16.4
Not analysed yet
Ἐπεὶ τρόπον τινὰ παρόμοιον καὶ εἴ τις ἀποροίη διὰ τί ἡ θερμότης καὶ ἡ ὑγρότης καὶ ὑγείαν ἐν τοῖς σώμασι ποιοῦσι καὶ νόσον· δῆλον δ' ὡς οὐχ αἱ αὐταὶ ἀλλ' ὡς ἕτεραι καὶ ἐναντίαι. Θερμὸν δ' ἐπιχέουσι διὰ τὴν ἀσθένειαν τῶν σπερμάτων ὅπως μὴ καθάπερ ἐκπαγῇ διά τε τὸ θᾶττον ἀποδηλοῦν· ἐπεὶ οἵ γε μὴ παντελῶς διεφθαρμένοι καὶ ἐν ψυχρῷ διαβλαστάνουσι. Συμβαίνει δὲ καὶ κόπτεσθαι καὶ σήπεσθαι δι' ἀλλοτρίας θερμότητος.