Ancient Greek · ~3 min
Book 4, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 4.2.2
Not analysed yet
Τὰ μὲν οὖν τῶν δένδρων διὰ ταύτας τὰς αἰτίας τὰ μὲν μᾶλλον τὰ δ' ἧττον διαμένει. Σχεδὸν δὲ καὶ τὰ τῶν σιτωδῶν διὰ παραπλησίας αἰτίας. Ἢ γὰρ τῷ περιέχεσθαι πλείοσι χιτῶσιν ἡ διαμονὴ καθάπερ ὁ κέγχρος, ἢ τῷ λίπος ἔχειν ὥσπερ τὸ σήσαμον ἢ τῷ δριμύτητά τινα καὶ πικρότητα χυλοῦ καθάπερ ὁ θέρμος καὶ ὁ ἐρέβινθος καὶ ὁ ὄροβος· μόνα γὰρ δὴ καὶ οὐ ζωοῦται τῶν χεδροπῶν ὁ θέρμος καὶ ὁ ἐρέβινθος· ἀλλ' ὅ γε ἐρέβινθος μέλας γίνεται διαφθειρόμενος. Ὁ δὲ πυρὸς μᾶλλον τῆς κριθῆς καὶ τῶν χεδροπῶν διὰ τὸ θερμότερον εἶναι καὶ χιτῶνας ἔχειν πλείους· ἡ γὰρ [αὖ] κριθὴ καθάπερ γυμνόν. Τὰ δὲ χεδροπὰ παχέα μὲν τοῖς κελύφεσιν ἀλλὰ μανὰ καὶ γλυκύτητά τινα ἔχοντα φαίνεται· οὐχ ἧττον δ' αἴτια ταῦτα τῆς φθορᾶς. Δι' ὃ καὶ ὁ κύαμος καὶ ὁ ὦχρος τάχιστα κόπτεται.