Ancient Greek · ~1 min
Book 4, Chapter 2
Theophrastus, De causis plantarum (lib. 2-6) 4.2.3
Not analysed yet
Τάχα δ' ἀληθέστερον εἰπεῖν ὡς κατὰ τὰς χώρας· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον πολλά φασιν ἔτη διαμένειν τοὺς κυάμους, πολλὰ δὲ καὶ περὶ Κύζικον. Ἀλλὰ περὶ μὲν τῆς τούτων διαμονῆς καὶ τὸ ὅλον τῆς φύσεως τάχ' ἂν ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥηθείη· πρὸς δὲ τὰ τῶν δένδρων συγκρινόμενα ταύτας ἔχει τὰς διαφοράς.