Ancient Greek · ~2 min
Book 4, Chapter 3
Theophrastus, De causis plantarum (lib. 2-6) 4.3.1
Not analysed yet
Ἐν δὲ τοῖς τῶν λαχανωδῶν τὰ μὲν ἄλλα τὴν ἐξομοίωσιν ἀποδίδωσι, ῥάφανος δὲ καὶ μαλάχη δοκεῖ παραλλάττειν καὶ δενδρικώτερα· τὰς δ' ἐκφύσεις πλέον ἀλλήλων ἔτι ταῦτα παραλλάττει τῶν σιτηρῶν. Τὰ μὲν γὰρ τριταῖα διαβλαστάνει καθάπερ ὤκιμον, σίκυος, κολοκύντη, τὰ δὲ πεμπταῖα ἢ ἑκταῖα, τὰ δὲ πεντεκαιδεκαταῖα καθάπερ πράσον, τὸ δὲ σέλινον τεσσαρακοσταῖον ἐνιαχοῦ δὲ πεντηκοσταῖον, δυσφυέστατον γὰρ τοῦτο πάντων. Δυσφυὲς δὲ καὶ τὸ κορίαννον, οὐ γὰρ βλαστάνει μὴ βρεχθὲν, αἰτία δ' ἡ σκληρότης, ὥσπερ γὰρ ξυλῶδές ἐστι τὸ περιέχον.