Ancient Greek · ~3 min
Book 4, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 4.4.1
Not analysed yet
Ἄτοπον δ' ἂν δόξειε καὶ ἅμα θαυμαστὸν εἰ ἀπὸ τῶν ἀτελῶν ἔνια γεννᾷ καὶ ταῦτα δένδρων φύσεις μεγάλας οὕτως οἷον ἰτέας καὶ πτελέας· ἀτελὲς γὰρ τὸ ὠμόν. Ἆρ' οὖν εἴπερ τοῦτ' ἀληθὲς διαιρετέον τὴν τελειότητα τήν τε πρὸς ἡμᾶς καὶ τὴν πρὸς γένεσιν. Ἡ μὲν γὰρ πρὸς τροφὴν ἡ δὲ πρὸς δύναμιν τοῦ γεννᾷν· ἔνια δὲ ἄτροφα γεννητικὰ δὲ, τὰ δ' ἴσως ἀνάπαλιν. Τάχα δ' ἐκείνη πρός γε τὰ νῦν ἡ διαίρεσις ὅτι τὴν πέψιν τιθέμεθα χρώμασι καὶ χυλοῖς καὶ πυκνότητι καὶ τοῖς τοιούτοις· ἐπεὶ τό γ' ἐδώδιμον ὑπάρχει καὶ τοῖς τῆς πτελέας καὶ ἄλλοις· ἀλλ' οὐ τοῦτο κύριον ἀλλὰ τὸ γεννᾷν· ἕκαστον γὰρ τῷ ἔργῳ κρίνεται. Καὶ ταῦτα μὲν ὡς πρὸς ὑπόθεσιν.