Ancient Greek · ~2 min
Book 4, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 4.4.2
Not analysed yet
Ἐκεῖνο δὲ ἀτοπώτατον εἰ τελεούμενα γένους τινὸς ἄγονα γίνεται τὸ ὅλον καίτοι ἀπὸ σπέρματος γινομένου τοῦ δένδρου καθάπερ ἐπὶ τῆς κυπαρίττου. Τὸ γὰρ ἄρρεν γένος ὅλως ἄγονον πολλὰ δὲ καὶ τῶν θηλειῶν. Ἐπεὶ τό γε μὴ καρποφορεῖν ἔνια τῶν ὁμογενῶν ἧττον ἄτοπον. Καὶ πάλιν ἐπὶ τῶν σπερμάτων αὖ τὸ πηρωθὲν ἄγονον, ἀλλ' ἴσως τοῦτό γε καὶ ἀναγκαῖον. Τὸ δὲ μηδὲν ὅλως γόνιμον ὥσπερ ἐλέγχει τὴν φύσιν ὅτι ποιεῖ μάτην, ὃ καὶ ἡμῖν ὑπεναντίον πρὸς τὰ πρότερον.