Ancient Greek · ~2 min
Book 4, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 4.4.11
Not analysed yet
Ὅθεν καὶ τοῦτο ἂν εἴη φανερὸν εἴ τις ἀκολουθήσει τῇ ἀναλογίᾳ δι' ὅτι τῇ τῶν σπερμάτων ἀλλοιώσει καὶ οὐ τῇ τῆς χλόης μεταβολῇ· καὶ γὰρ ἐπὶ τῶν ζώων οὕτω γίνεται. Καὶ ἅμα δὴ τότε ἀσθενέστατον ὅταν ἐν μεταβολῇ τυγχάνῃ τῇ κατὰ τὴν βλάστησιν, ἤδη δ' ἐκβεβλαστηκὸς καὶ ἐρριζωμένον ὥσπερ γέγονε. Τούτου δὲ καὶ μείωσις εἰς αὔξησιν καὶ τροφὴν ἢ καὶ τὴν ὅλην φθορὰν οὐκ εἰς μεταβολήν. Ἔτι δὲ καί φασιν οἱ ἔμπειροι φανερὸν εὐθὺς εἶναι τὸ φύλλον ἀνατέλλον τῆς αἴρας λιπαρώτερον ὂν καὶ ποιωδέστερον καὶ στενότερον καὶ οὐχ ὕστερον τοιοῦτον γινόμενον.