Ancient Greek · ~2 min
Book 4, Chapter 4
Theophrastus, De causis plantarum (lib. 2-6) 4.4.12
Not analysed yet
Ἐκ μὲν οὖν τούτων δόξειεν ἂν τοῖς σπέρμασιν. Οὐ μὴν οὐδὲ θάτερον ἀδύνατον οὐδ' ἄλογον ὥστε ἐν τῇ χλόῃ μεταβάλλειν ἀλλοιουμένων τῶν ῥιζῶν· τοῦτο γὰρ ἀνάγκη συμβαίνειν εἴπερ ἅπαν ἀπὸ τῆς ἀρχῆς ἑτέρας ἕτερον. Φαίνεται δὲ τοῦτο καὶ ἐφ' ἑτέρων συμβαίνειν ὥσπερ τῶν δένδρων ὅσα μεταβάλλει ταῖς θεραπείαις τοὺς καρποὺς ἐξ ὀξέων καὶ πικρῶν εἰς γλυκεῖς καὶ ποτίμους ἢ ἐκ πολυπυρήνων εἰς ἀπυρήνους.