Ancient Greek · ~3 min
Book 4, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 4.6.3
Not analysed yet
Τὸ δὲ διαρκεῖν ἀπαθὲς ἐν τῇ γῇ μέχρι μὲν τῆς οἰκείας ὥρας εἰς τὴν ἔκφυσιν εὔλογόν τε καὶ ἐπὶ πολλῶν γινόμενον· τὸ δ' ὅλον ἐνιαυτὸν ἐπισχεῖν ἤδη θαυμασιώτερον. Ἀλλὰ μὴν καὶ τὸ μὲν τέλεον τὸ δὲ ἀτελὲς αὐτῶν εἶναι τελεοῦσθαι δὲ παρ' ἐνιαυτὸν ἄλογον· οὔτε γὰρ ἀσθενὲς ἀλλ' ἰσχυρὸν ὁ αἰγίλωψ ὥστε ἐκτελεοῦν δύνασθαι πλείω καὶ ἔνια δὴ καὶ τῶν ἀσθενεστέρων τοῦτο δρᾷ· ἥ τε αὖ τελέωσις ἡ κατὰ φύσιν οἰκειοτάτη τάχα δὲ καὶ μόνη· τροφὴν γὰρ τότε λαμβάνει τὴν αὑτοῦ διὰ δὲ τῆς τροφῆς ἡ αὔξη καὶ τὸ τέλεον, χωρισθὲν δὲ ἤτοι φθείρεται πάμπαν ἢ ἀναυξὲς καὶ ἀνεπίδοτον ἔσται. Πολυχίτωνι δ' εἶναι καὶ τῷ βρόμῳ καὶ τῇ ζειᾷ συμβέβηκεν ὥστ' ἐχρῆν καὶ ταῦτα διαμένειν ἀπαθῆ.