Ancient Greek · ~2 min
Book 4, Chapter 6
Theophrastus, De causis plantarum (lib. 2-6) 4.6.4
Not analysed yet
Τὰ μὲν οὖν ἀντιβαίνοντα σχεδὸν ταῦτ' ἐστίν. Οὐ μὴν ἀλλ' εἰ δεῖ λέγειν τὴν αἰτίαν ἐκείνην ἄν τις ἴσως μάλιστα εἴποι τὴν φάσκουσαν μὴ τελεοῦσθαι ἄμφω πρὸς τὸ φύσιμα ποιεῖν, ἀλλ' ὅμοιόν τι ξυμβαίνειν καὶ τῶν ὠοτόκων καὶ τῶν σκωληκοτόκων τισί· τὰ γὰρ ὠὰ ἀποτικτόμενα τρέφεται καὶ ἐκτελεοῦται τὰ μὲν ἐν τῷ ὕδατι καὶ τῇ θαλάττῃ τὰ δὲ ἐν τῇ γῇ καὶ τῷ ἀέρι καὶ ταῦτα δεχόμενα ζωοποιεῖ, τὰ δὲ φύσαντα καὶ ἐκτεκόντα ἐξαδυνατεῖ.