Ancient Greek · ~2 min
Book 4, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 4.7.5
Not analysed yet
Τὴν δ' αἰτίαν εὐθὺς ἐν τῇ φύσει ληπτέον ὅτι τὰ μὲν χεδροπὰ δίθυρα ὄντα μίαν τινὰ καὶ τὴν αὐτὴν ἀρχὴν ἀμφοῖν ἔχει κατὰ τὸ ἄκρον ὃ καὶ φαίνεται προσπεφυκὸς ὥσπερ ἔξωθεν ᾗ καὶ συνάπτουσι πρὸς τὸν λόβον. Ἅτε γὰρ ἐναγγειόσπερμα ὄντα ταύτην μὲν ἐξ ἀνάγκης ἔχει, τρέφεσθαι γὰρ ἄλλως οὐκ ἦν, τὴν δ' ἐκ τοῦ ἑτέρου μέρους ἀδύνατον συνεχῆ τ' ἀλλήλοις ὄντα καὶ περιεχόμενα τῷ λοβῷ· τὸ δ' εἶναι τοιαῦτα τῆς οὐσίας.