Ancient Greek · ~2 min
Book 4, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 4.7.6
Not analysed yet
Ὥστε τούτων μὲν εἰκότως ἡ φύσις εἰς ταὐτὸ τὰς ἀρχὰς ἔθηκε, τῶν δὲ σιτωδῶν καθ' αὑτά τε πεφυκότων καὶ περιεχομένων ἔτι δ' ὥσπερ εὐθέων πως ὄντων τὴν μορφὴν ἐχώρισε τὴν ἔκφυσιν ἀπὸ μιᾶς μὲν ἀρχῆς ἀμφοτέρας ποιήσασα συνεχοῦς δέ τινος οὔσης καὶ διηκούσης ἐφ' ἑκάτερον τῶν ἄκρων ὥσπερ καὶ κατὰ τὴν βλάστησιν φανερὰ διατείνουσα κατὰ τὴν ἐντομήν. Τοῦ μὲν οὖν μὴ ὁμοίως ἔχειν ταύτην ὑποληπτέον τὴν αἰτίαν·