Ancient Greek · ~2 min
Book 4, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 4.7.7
Not analysed yet
ἐκεῖνο δ' ὁμοίως ἐν ἀμφοῖν ἐστιν ὥστε τὴν τῆς ῥίζης φύσιν ἀπὸ τοῦ αὐτοῦ κατὰ τὴν ἐν τῷ στάχυϊ καὶ τῷ λοβῷ γίνεσθαι πρόσφυσιν ἀφ' οὗ ἀμφοτέρων αἱ τροφαὶ, τοῦ μὲν καλάμου καὶ τῆς πρώτης βλάστης ἡ ῥίζα τῶν δὲ καρπῶν ἡ πρόσφυσις ἥ τε πρὸς τὸν λοβὸν καὶ πρὸς τὸν στάχυν . . . πίπτοι δὲ τῶν καρυωδῶν καὶ βαλανωδῶν. Καὶ τὰ μὲν περὶ τὴν ἔκφυσιν οὕτως ἄν τις διέλοι.