Ancient Greek
Book 4, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 4.8.3
Not analysed yet
Δι' ὃ καὶ πυροὶ κριθῶν ὀψιαίτεροι καὶ ὀλιγοχούστεροι· καὶ αἱ ῥίζαι δὲ τῶν σιτηρῶν πολλαὶ καὶ κατὰ βάθους οὖσαι καρπίζονται μᾶλλον τὸ ἔδαφος, τῶν δὲ χεδροπῶν ὅ τε καρπὸς γεωδέστερος καὶ ἡ ῥίζα μία καὶ ἐπιπολῆς καὶ ἡ σπορὰ μανή. Πάντα δὲ ταῦτα συνεργεῖ καὶ πρὸς πλῆθος καρποῦ καὶ πρὸς κουφότητα τῆς γῆς καὶ τὸ (μὴ) ὁμοίως καρπίζεσθαι πρὸς ταχύτητα πέψεως. Ἅπασα γὰρ ἡ δύναμις ἄνω φερομένη καὶ οὐκ ἀντισπώσης τῆς ῥίζης πλῆθος ἀποδίδωσι καὶ συνεργοῦντος τοῦ ἀέρος ἐκπέττει ῥᾳδίως. Ἐπεὶ ὧν τε πλείων ἡ ῥίζα καὶ κατὰ βάθους καὶ οἱ καρποὶ ξυλώδεις τάχιστα ἐκκαρπίζεται τὰ ἐδάφη καθάπερ ὁ ἐρέβινθος δι' ὃ καὶ μόνος οὐ ποιεῖ νειὸν οὐδ' ἐστὶ τῆς τυχούσης χώρας ἀλλ' ἀγαθῆς.