Ancient Greek · ~3 min
Book 4, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 4.8.4
Not analysed yet
Ἄλογον δὲ ἐπὶ τούτου φαίνεται τὸ ταχὺ τελειοῦσθαι εἴπερ ἐν τετταράκοντα ἡμέραις ἢ μικρῷ πλείοσι τέλειος. Αἰτίαν δ' ἄν τις ὑπολάβοι τὴν ἰσχὺν ᾗ δύναται τῶν τε ἄλλων κρατεῖν καὶ πρὸς τοῦτο διαρκεῖν, εἴπερ καὶ ὕδατος ἐλαχίστου δεῖται πρὸς τὸ διαβλαστεῖν μόνον εἶτα αὐτὸς αὑτὸν ἐκτρέφει, εἰ μὴ ἄρα τι καὶ ἡ ἅλμη πρὸς τὴν τελείωσιν συμβάλλεται καταξηραίνουσα καὶ ἐξικμάζουσα τὴν ὑγρότητα τὴν πλείω τῆς συμμέτρου. Φαίνεται δὲ συνεργεῖν πως τῇ γενέσει καὶ οἰκεῖον εἶναι· σημεῖον δ' ὅτι καὶ οἱ πρὸς τῇ θαλάττῃ βελτίους γίνονται καὶ ὅτι καταπλυθείσης τῆς ἅλμης ἀπόλλυται καὶ ἐκζωοῦται· δι' ἣν δ' αἰτίαν μόνον τοῦτο σκεπτέον εἰ μὴ ἄρα τῆς οὐσίας.