Ancient Greek · ~2 min
Book 4, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 4.8.5
Not analysed yet
Μόνα δ' ἀπὸ τῶν ῥιζῶν ἀποφύεται τῷ ὕστερον ἔτει πυρὸς καὶ κριθὴ καὶ αὐτοετεῖς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν σπαρέντων ἑτέρου καλάμου παραβλαστάνοντος· αἴτιον δ' ὅτι μόνοις ὕπεστι πλῆθος ῥιζῶν καὶ δύναμις, τὰ χεδροπὰ δὲ μονόρριζα καὶ ξυλώδη καὶ ἐπιπολῆς. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν καταπατουμένων ὑπὸ τῶν στρατοπέδων ὥστε μηδὲν εἶναι δῆλον. Ἐξ ἁπάντων δὲ οἱ στάχυες μικροὶ καὶ ἀτελεῖς ἅτε παλιμβλαστεῖς ὄντες.