Ancient Greek
Book 4, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 4.9.2
Not analysed yet
Πρὸς δὴ ταύτας τὰς ἀπορίας καὶ εἴ τις ἄλλη παραπλησία ταύταις καθόλου μὲν καὶ κοινὴν τήνδε λαβεῖν χρὴ τὴν ἀρχὴν ὡς οὐ πᾶσι ταὐτὰ πρόσφορα κατὰ τὰς τροφὰς ἀλλ' ἑκάστοις κατὰ τὰς ἰδίας φύσεις. Ὅπερ ἐν πολλοῖς μὲν φανερὸν ἐκ πλείστης δ' ἀποφάνσεως ὡς εἰπεῖν τῶν γε γνωρίμων τὸ περὶ τὰς ἐλάφους αἳ τοὺς ἔχεις ἐσθίουσιν ὑφ' ὧν τὰ ἄλλα θνήσκουσι πολὺ μείζω καὶ ἰσχυρότερα τὴν φύσιν ὄντα· καὶ ἐπ' ἄλλων δὲ τό γε τοιοῦτόν ἐστι ὥστ' ἀναιρεῖσθαι ταῖς πληγαῖς ὑφ' ὧν οὐδὲν ἄνθρωποι πάσχουσι καθάπερ οἱ ὄφεις ὑπὸ τῶν σκορπίων.