Ancient Greek · ~2 min
Book 4, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 4.9.3
Not analysed yet
Ὑποκειμένου δ' οὖν τούτου καὶ τῶν ἄλλων γεωδεστέρᾳ τροφῇ χρωμένων οὐκ ἄλογον ἐκείνην μᾶλλον αὐτοῖς ἁρμόττειν, ταύτην δ' ἀλλοτριωτέραν εἶναι καὶ ἀπρόσφορον καὶ διὰ τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν πλείω προσενεγκαμένων ῥήγνυσθαι. Τοῦτο μὲν οὖν καθόλου καὶ κοινόν. Ἴδιον δ' ὅτι καὶ συμβαίνει τὰς κοιλίας ἐκπνευματοῦσθαι ἢ πᾶσιν ἢ τοῖς ἔχουσιν ἐχῖνον· φυσῶδες γὰρ καὶ οὐκ εὐκατέργαστον ὁ πυρὸς ὠμὸς ὢν ἔτι δ' ἧττον τὸ ἄχυρον· μέγα δὲ καὶ τὸ ἀσύνηθες εἶναι· τὰ γὰρ ξένα κἂν ᾖ κοῦφα διαταράττει πλῆθος λαμβάνοντα.