Ancient Greek
Book 4, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 4.9.5
Not analysed yet
Καὶ διὰ τοῦτο τοῦ μὲν ἄλλου πυροῦ δοκεῖ τοῦ Ἀθήναζε καταπλέοντος ὁ σικελικὸς ἰσχυρότατος εἶναι, τούτου δ' ἔτι βαρύτερος μᾶλλον ὁ βοιώτιος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται· καὶ γὰρ ἡ χώρα πίειρα καὶ ὁ ἀὴρ ψυχρός. Καὶ τὰ ἄλλα γένη τῶν καρπῶν παραπλησίως ἔχει τῇ βαρύτητι. Ἐν δὲ ταῖς Πιεσάγγαις ὁ διαρρηγνύων ὃν εἴπαμεν ὑπερβάλλων δῆλον ὅτι τῇ βαρύτητι. Ὁ δὲ ποντικὸς κουφότατος καὶ σκληρότατος καίπερ ψυχροῦ τοῦ ἀέρος ὄντος ὅτι καὶ τὰ σπέρματα καὶ τὰ ἐδάφη κουφότερα καὶ ἡ χιὼν συνεκπέττει μᾶλλον.