Ancient Greek
Book 4, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 4.9.4
Not analysed yet
Διὰ δὴ ταύτας τὰς αἰτίας ὡς ἁπλῶς εἰπεῖν οὐκ ἀλόγως μὲν ἔχει δοκεῖ δὲ τῇ παραλλαγῇ· ὡς δὲ [ἁπλῶς] εἰπεῖν τύπῳ πρὸς βαρύτητα καὶ κουφότητα τροφῆς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις τῆς κατὰ φύσιν ἑκάστοις οἰκείας αἱ χῶραι καὶ ὁ ἀὴρ ποιεῖ τὰς διαφοράς· τὰ μὲν γὰρ ἐκ τῶν εὐείλων καὶ εὔπνων καὶ λεπτογείων κουφότατα· τὰ δ' ἐκ τῶν ψυχρῶν καὶ ἐπόμβρων βαρύτερα διὰ τὸ πλείω τροφὴν καὶ ἰσχυροτέραν ἔχειν.