Ancient Greek · ~2 min
Book 5, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 5.1.10
Not analysed yet
Τὸ γὰρ μὴ πάσας φέρειν, ἀλλ' ὅσαι ὑγρότεραι καὶ ἰσχὺν ἔχουσαι εἰς τὴν ἐπίσπασιν εὔλογον· ἐκ γὰρ τῆς ὑπολοίπου τροφῆς ἐβλάστησεν ἡ σύστασις· ἐφελκυσαμένη δὲ πλέον οὐκ ἄλογον τὸ μὴ πᾶσαν καταπέψαι τότε· τό τε μὴ ἐνδελεχὲς αὐτῶν τούτων διὰ τὸ μὴ ὁμοίας εἶναι τὰς διαθέσεις. Ἀσθενεστέρως γὰρ ἔχουσα καὶ χεῖρον θεραπευθεῖσα δῆλον ὡς ἐλάττω λήψεται τὴν ὑγρότητα, μὴ λαβοῦσα δὲ πλῆθος, οὐδ' ὑπόλειμμα ποιήσει· ἐπεὶ γεωργηθεῖσα ὁμοίως καὶ τῶν ἐκ τοῦ ἀέρος συνεργησάντων ἀποδώσει καὶ τὸ ὕστερον.