Ancient Greek · ~2 min
Book 5, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 5.1.9
Not analysed yet
Φέρουσι δὲ οὐ παρ' αὐτὸ τὸ θρίον μόνον, ἀλλὰ καὶ κατωτέρω πολὺ καὶ ἔνιαί γε ἐκ τῶν παχέων σφόδρα· συμβαίνει δὲ ἐνίους καὶ ἐκπέττειν τινὰς τῶν ὕστερον· οὐ γὰρ ἅμα πάντας, ἀλλὰ τοὺς μὲν πρότερον φέρουσι, τοὺς δὲ μικρῷ πρὸ τῶν ἐρινῶν· ἐγγύτεροι δὲ οὗτοι τοῦ βλαστοῦ καὶ τῶν σύκων· ἀποπίπτουσι δ' ἐκεῖνοι πρότερον καὶ ἧττον ἐκπέττονται· τὰ μὲν οὖν συμβαίνοντα ταῦτ' ἐστὶν, οὐκ ἀλόγως δ' ἂν δόξειεν οὐδέν.