Ancient Greek · ~2 min
Book 5, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 5.1.6
Not analysed yet
οὐκ ἄλογον δὲ, οὐδ' ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ' ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ' ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. Οἱ δ' ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ' οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. Ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ τῶν διφόρων συκῶν λεγομένων καρπός·