Ancient Greek · ~1 min
Book 5, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 5.1.7
Not analysed yet
ἀλλ' ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι' ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ' αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχάνουσιν ὥστε οὐδ' ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε·