Ancient Greek · ~3 min
Book 5, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 5.12.2
Not analysed yet
Ὑπὸ δὲ τοῦ χειμῶνος πλείω καὶ κατὰ πλείους τρόπους, ὁτὲ μὲν γὰρ αἱ αἰθρίαι καὶ πάγων σφοδρότητες ἐκπηγνύουσιν, ὁτὲ δ' ἄνεμοι ψυχροὶ πνεύσαντες ἀπέκαυσαν· ἐνίοτε δὲ καὶ ἀπνοίας οὔσης ἢ μετρίας πνοῆς, οὐ καθαροῦ δὲ τοῦ ἀέρος, ἀλλὰ θολεροῦ καὶ ἐπινεφοῦς. Καὶ σχεδὸν οὕτως ἥ γε τῶν δένδρων γίνεται πῆξις ἐάν τε μὴ ὁ οὐρανὸς ᾖ. Γίνεται δὲ περὶ μὲν Ἀρκαδίαν καὶ Εὔβοιαν αἰθρίας καὶ πνεύματος, περὶ δὲ Θετταλίαν καὶ τούτους τοὺς τόπους ἀπνοίας καὶ ἐπινεφοῦς, οὐ μὴν ἀλλὰ καὶ πνευμάτων ὄντων συμβαίνει τὸ πάθος, ὅτανπερ τὰ ὄρη λάβῃ χιόνα τὰ περικείμενα καθ' ἑκάστους τόπους· ἀφ' ἑκάστου γὰρ αἱ ἀπόπνοιαι καὶ τὸ ψύχος τὸ ἀποκάον, ὁτὲ δὲ νηνεμίας οὔσης εἰσδυόμενος ὁ ἀήρ.