Ancient Greek · ~2 min
Book 5, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 5.12.3
Not analysed yet
Ὃ δὲ λέγουσιν, ὡς ἧττον γίνεται περὶ Εὔβοιαν καὶ τὴν Βοιωτίαν, ὅταν ἡ ὀρχομενία λίμνη πληρωθῆ, τάχ' ἄν τις ἀμφοτέρως λάβοι καὶ ὡς κατὰ συμβεβηκὸς, ὅτι ἔπομβρα συμβαίνει τότε μᾶλλον εἶναι τὰ ἔτη καὶ χιόνα μὴ πίπτειν καὶ ὡς ὑδρωδεστέραν τὴν ἀναθυμίασιν γινομένην διὰ τὸ ἀπὸ πλέονος· ἡ τοιαύτη δ' ἧττον ψυχρὰ καὶ κακοποιός· καὶ φανερὸν ἔν τισι τόποις γέγονεν· ἀλεεινότεροι γὰρ γεγένηνται λιμνωθέντων τῶν πλησίον·