Ancient Greek · ~1 min
Book 5, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 5.13.5
Not analysed yet
ταχεῖα δὲ ἡ ἐκ τῶν ἐκπηγνυμένων ἀναβλάστησις, ὅτι συμβαίνει τὴν ῥίζαν ἰσχυρὰν γίνεσθαι καὶ πλήρη συνηθροισμένης τῆς ἔνης τροφῆς ἣν οὐ διέδωκεν, ἔτι δὲ τὴν πρότερον οὐ πολλὴν καὶ ἰσχυρὰν διανεμομένην τότ' εὔλογον ἀναλίσκεσθαι, ὥστ' εὐλόγως καὶ ἡ αὔξησις ταχεῖα καὶ ἡ καρποτοκία. Τοῦτο μὲν οὖν ὁμολογουμένως γίνεται παρὰ πᾶσιν.