Ancient Greek · ~2 min
Book 5, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 5.13.6
Not analysed yet
Ὃ δέ τινες θαυμάζουσιν, ὅτι ἡ μὲν χιὼν οὐκ ἐκπήγνυσιν, ἡ δὲ πάχνη μετριωτέρα τῆς χιόνος οὖσα, οὐδὲν ἄτοπον· πρῶτον μὲν ὅτι ἡ μὲν οὐκ ἐπιμένει, ἀλλ' ἀποτήκεται ἀπὸ τῶν κλημάτων καὶ τῶν βλαστῶν, ἡ δὲ πάχνη ταῦτ' ἀποκάει· ἔπειτα καὶ ἡ διάθεσις αὐτὴ τοῦ κλήματος· ἡ μὲν γὰρ ἀβλαστοῦς, ἡ δὲ βεβλαστηκότος ἄρτι πίπτει ὅτε ἀσθενέστατον ἐνίοτε δὲ ἀνοιδοῦντος πρὸς τὴν βλάστησιν ὅτε οὐχ ἧττον ὡς εἰπεῖν ἐπίκηρον ἐπὶ πᾶσι διϋγραινομένου ἤδη καὶ μανουμένου· ἔτι καὶ λεπτοτέρα τῆς χιόνος, ὥστε δι' ἄμφω σφοδροτέραν τὴν πῆξιν εἶναι.