Ancient Greek · ~2 min
Book 5, Chapter 13
Theophrastus, De causis plantarum (lib. 2-6) 5.13.7
Not analysed yet
Ἡ δὲ χιὼν ὅλως οὐδ' ἂν ἐπιμείνειεν ἐπὶ τοῖς κλήμασι μὴ κατακρυπτομένης ὅλης. Ὅταν δὲ τοῦτο πάθῃ, σκεπάζει τῷ ἐπιμένειν ἐγκατακλείουσα τὴν θερμότητα καὶ ἀποστέγουσα τὴν ἔξω, καθάπερ καὶ τὴν γῆν· τὸ δ' ὅλον καὶ τμητικωτέρα δοκεῖ ἡ πάχνη τῆς χιόνος εἶναι, δι' ὃ καὶ τὰς νεοὺς οἴονταί τινες βελτίους ταύτην ποιεῖν· διαχεῖν γὰρ τὰς βώλους διαδυομένην καὶ δάκνουσαν τῷ συνεστάναι μᾶλλον· λεπτοτέρα δ' ἐστὶ τῆς χιόνος ὅτι ἡ μὲν ἐκ νέφους καὶ οἷον ἀφρός τις ἐμπεριειληφυῖα πνεῦμα, ἡ δ' αὐτὴ καθ' αὑτὴν συνεστηκυῖα καὶ ἐκ λεπτοτέρου τινὸς ἀέρος καὶ ὑγροῦ· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.