Ancient Greek · ~2 min
Book 5, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 5.14.7
Not analysed yet
ἡ πῆξις δὲ δεῖται χρόνου, ἔτι δὲ καὶ τὰ ἐπιγινόμενα δεῖ ποῖ' ἄττα εἶναι καὶ τὴν ὅλην κατάστασιν καὶ εἴ τι ἄλλο τῶν ἔξωθεν· εἰ γὰρ αἱ μεταβολαὶ ταχεῖαι πρὸς τὰς ἀνέσεις, κωλύοιντ' ἂν αἱ πήξεις. Ὡς δ' ἁπλῶς εἰπεῖν εὐπαθέστερος μὲν εἰς τὸ πάσχειν ὁ λεπτός· ὅταν μέντοι καταψυχθῇ ὁ παχύτερος ψυχρότερος, ὥσπερ καὶ θερμότερος· ἔμμονος γὰρ μᾶλλον ἡ θερμότης καὶ ἡ ψυχρότης ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τοῖς σωματωδεστέροις. Δι' ὃ καὶ εἴ που μὴ ὑδατώδης, ἀλλ' ἅμα τῷ πάχει ξηρὸς οὐκ ἄλογον εἰ μᾶλλον ἐκπηκτικός. Ἀλλὰ γὰρ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.