Ancient Greek · ~2 min
Book 5, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 5.14.8
Not analysed yet
Ἡ δὲ τοῦ καύματος ὑπερβολὴ τὰ μὲν φυτὰ καὶ τὰ παντελῶς νέα φθείρει διὰ τὴν ἀσθένειαν, ὥσπερ καὶ τὰ ἐπέτεια, τὰ δ' ἐρριζωμένα καὶ ἔχοντα μέγεθος οὐ φθείρει διὰ τὸ μὴ δύνασθαι διαδύεσθαι μηδὲ ὁμοίως θιγγάνειν τῆς ἀρχῆς, ἀλλ' εἴπερ τοὺς βλαστοὺς καὶ τοὺς καρποὺς ἐπικάει. Καὶ τὸ ὅλον ἴσως ἀλλοτριώτερον τῇ φύσει τὸ ψυχρόν· ἐπεὶ ὥς γ' ἁπλῶς εἰπεῖν ἐπὶ πάντων γίνεται ἡ φθορὰ ταῖς ὑπερβολαῖς ὅσα συνεργεῖ πρὸς τὸ ζῆν·